Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. βοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
  2. ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
  3. ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.
  4. τίνʼ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν
  5. κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;
Ἐτεοκλής
  1. κόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν τρέσαιμʼ ἐγώ,
  2. οὐδʼ ἑλκοποιὰ γίγνεται τὰ σήματα·
  3. λόφοι δὲ κώδων τʼ οὐ δάκνουσʼ ἄνευ δορός.
  4. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδος
  5. ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
  6. τάχʼ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.
  7. εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὀφθαλμοῖς πέσοι,