Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος
  2. μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·
  3. θείνει δʼ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
  4. σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
  5. τοιαῦτʼ ἀυτῶν τρεῖς κατασκίους λόφους
  6. σείει, κράνους χαίτωμʼ, ὑπʼ ἀσπίδος δʼ ἔσω
  7. χαλκήλατοι κλάζουσι κώδωνες φόβον·
  8. ἔχει δʼ ὑπέρφρον σῆμʼ ἐπʼ ἀσπίδος τόδε,
  9. φλέγονθʼ ὑπʼ ἄστροις οὐρανὸν τετυγμένον·
  10. λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
  11. πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
  12. τοιαῦτʼ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς