Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τῷ τοι φέροντι σῆμʼ ὑπέρκομπον τόδε
- γένοιτʼ ἂν ὀρθῶς ἐνδίκως τʼ ἐπώνυμον,
- καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται.
- ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
- τῶνδʼ ἀντιτάξω προστάτην πυλωμάτων,
- μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
- τιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους.
- αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ.
- σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
- ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος,
- Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ·
- Δίκη δʼ ὁμαίμων κάρτα νιν προστέλλεται