Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. παγκλαύτων ἀλγέων ἐπίρροθον.
Ἡμιχόριον Α
  1. ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
  2. πευθώ τινʼ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
  3. σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.
Ἡμιχόριον Β
  1. καὶ μὴν ἄναξ ὅδʼ αὐτὸς Οἰδίπου τόκος
  2. εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
  3. σπουδὴ δὲ καὶ τοῦδʼ οὐκ ἀπαρτίζει πόδα.
Ἄγγελος
  1. λέγοιμʼ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
  2. ὥς τʼ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
  3. Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν
  4. βρέμει, πόρον δʼ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
  5. ὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.