Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. βέλτερα τῶνδε πράσσειν·
  2. πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,
  3. ἒ ἔ, δυστυχῆ τε πράσσει.
  4. ἄλλος δʼ ἄλλον ἄγει, φονεύ-
  5. ει, τὰ δὲ πυρφορεῖ· καπνῷ
  6. δὲ χραίνεται πόλισμʼ ἅπαν·
  7. μαινόμενος δʼ ἐπιπνεῖ λαοδάμας
  8. μιαίνων εὐσέβειαν Ἄρης.
Χορός
  1. κορκορυγαὶ δʼ ἀνʼ ἄστυ, προτὶ πτόλιν
  2. δʼ ὁρκάνα
  3. πυργῶτις· πρὸς ἀνδρὸς δʼ ἀνὴρ
  4. ἀμφὶ δορὶ κλίνεται·
  5. βλαχαὶ δʼ αἱματόεσσαι
  6. τῶν ἐπιμαστιδίων
  7. ἀρτιτρεφεῖς βρέμονται.
  8. ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·
  9. ξυμβολεῖ φέρων φέροντι,
  10. καὶ κενὸς κενὸν καλεῖ,
  11. ξύννομον θέλων ἔχειν,
  12. οὔτε μεῖον οὔτʼ ἴσον λελιμμένοι.