Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τἀκ τῶνδʼ εἰκάσαι λόγος πάρα.
- παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν
- ἀλγύνει κυρήσας· πικρὸν δʼ
- ὄμμα θαλαμηπόλων·
- πολλὰ δʼ ἀκριτόφυρτος
- γᾶς δόσις οὐτιδανοῖς
- ἐν ῥοθίοις φορεῖται.
- δμωίδες δὲ καινοπήμονες νέαι·
- τλάμονʼ εὐνὰν αἰχμάλωτον
- ἀνδρὸς εὐτυχοῦντος ὣς
- δυσμενοῦς ὑπερτέρου
- ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
- παγκλαύτων ἀλγέων ἐπίρροθον.
- ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
- πευθώ τινʼ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
- σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.
- καὶ μὴν ἄναξ ὅδʼ αὐτὸς Οἰδίπου τόκος
- εἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·
- σπουδὴ δὲ καὶ τοῦδʼ οὐκ ἀπαρτίζει πόδα.
- λέγοιμʼ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,