Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. κῦδος τοῖσδε πολίταις.
  2. καὶ πόλεως ῥύτορες ἔστʼ
  3. εὔεδροί τε στάθητʼ
  4. ὀξυγόοις λιταῖσιν.
Χορός
  1. οἰκτρὸν γὰρ πόλιν ὧδʼ ὠγυγίαν
  2. Ἀίδᾳ προϊάψαι, δορὸς ἄγραν
  3. δουλίαν ψαφαρᾷ σποδῷ
  4. ὑπʼ ἀνδρὸς Ἀχαιοῦ θεόθεν
  5. περθομέναν ἀτίμως,
  6. τὰς δὲ κεχειρωμένας ἄγεσθαι,
  7. ἒ ἔ, νέας τε καὶ παλαιὰς
  8. ἱππηδὸν πλοκάμων, περιρ-
  9. ρηγνυμένων φαρέων. βοᾷ
  10. δʼ ἐκκενουμένα πόλις,
  11. λαΐδος ὀλλυμένας μιξοθρόου·
  12. βαρείας τοι τύχας προταρβῶ.
Χορός
  1. κλαυτὸν δʼ ἀρτιτρόποις ὠμοδρόποις
  2. νομίμων προπάροιθεν διαμεῖψαι
  3. δωμάτων στυγερὰν ὁδόν·
  4. τί; τὸν φθίμενον γὰρ προλέγω