Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,
- ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
- ἐθρέψατʼ οἰκητῆρας ἀσπιδηφόρους
- πιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.
- καὶ νῦν μὲν ἐς τόδʼ ἦμαρ εὖ ῥέπει θεός·
- χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
- καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
- νῦν δʼ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,
- ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,
- χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·
- οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
- λέγει μεγίστην προσβολὴν Ἀχαιίδα