Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. μήτηρ, γυνὴ σωτῆρος· ὧδʼ ἔχει λόγος.
Χορός
  1. ἔστι· θεοῦ δʼ ἔτʼ ἰσχὺς καθυπερτέρα·
  2. πολλάκι δʼ ἐν κακοῖσι τὸν ἀμάχανον
  3. κἀκ χαλεπᾶς δύας ὕπερθʼ ὀμμάτων
  4. κρημναμενᾶν νεφελᾶν ὀρθοῖ.
Ἐτεοκλής
  1. ἀνδρῶν τάδʼ ἐστί, σφάγια καὶ χρηστήρια
  2. θεοῖσιν ἕρδειν πολεμίων πειρωμένους ·
  3. σὸν δʼ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.
Χορός
  1. διὰ θεῶν πόλιν νεμόμεθʼ ἀδάματον,
  2. δυσμενέων δʼ ὄχλον πύργος ἀποστέγει.
  3. τίς τάδε νέμεσις στυγεῖ;
Ἐτεοκλής
  1. οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·