Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ὅτʼ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις·
  2. δὴ τότʼ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεως
  3. ἵνʼ ὑπερέχοιεν ἀλκάν.
Ἐτεοκλής
  1. πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.
  2. οὐκοῦν τάδʼ ἔσται πρὸς θεῶν· ἀλλʼ οὖν θεοὺς
  3. τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.
Χορός
  1. μήποτʼ ἐμὸν κατʼ αἰῶνα λίποι θεῶν
  2. ἅδε πανάγυρις, μηδʼ ἐπίδοιμι τάνδʼ
  3. ἀστυδρομουμέναν πόλιν καὶ στράτευμʼ
  4. ἁπτόμενον πυρὶ δαΐῳ.
Ἐτεοκλής
  1. μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·
  2. πειθαρχία γάρ ἐστι τῆς εὐπραξίας