Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. ἀλλʼ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,
  2. εὔκηλος ἴσθι μηδʼ ἄγαν ὑπερφοβοῦ.
Χορός
  1. ποτίφατον κλύουσα πάταγον ἀνάμιγα
  2. ταρβοσύνῳ φόβῳ τάνδʼ ἐς ἀκρόπτολιν,
  3. τίμιον ἕδος, ἱκόμαν.
Ἐτεοκλής
  1. μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους
  2. πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.
  3. τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.
Χορός
  1. καὶ μὴν ἀκούω γʼ ἱππικῶν φρυαγμάτων.
Ἐτεοκλής
  1. μή νυν ἀκούουσʼ ἐμφανῶς ἄκουʼ ἄγαν.
Χορός
  1. στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.
Ἐτεοκλής
  1. οὐκοῦν ἔμʼ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.