Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. Κῆρες Ἐρινύες, αἵτʼ Οἰδιπόδα
  2. γένος ὠλέσατε πρυμνόθεν οὕτως,
  3. τί πάθω; τί δὲ δρῶ ; τί δὲ μήσωμαι;
  4. πῶς τολμήσω μήτε σὲ κλαίειν
  5. μήτε προπέμπειν ἐπὶ τύμβον ·
  6. ἀλλὰ φοβοῦμαι κἀποτρέπομαι
  7. δεῖμα πολιτῶν.
  8. σύ γε μὴν πολλῶν πενθητήρων
  9. τεύξει· κεῖνος δʼ ὁ τάλας ἄγοος
  10. μονόκλαυτον ἔχων θρῆνον ἀδελφῆς
  11. εἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο ;
Ἡμιχόριον Α
  1. δράτω τι πόλις καὶ μὴ δράτω