Seven Against Thebes

Aeschylus

Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.

  1. τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.
Ἀντιγόνη
  1. τράχυνʼ· ἄθαπτος δʼ οὗτος οὐ γενήσεται.
Κῆρυξ
  1. ἀλλʼ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,;
Ἀντιγόνη
  1. ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς.
Κῆρυξ
  1. οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.
Ἀντιγόνη
  1. παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.
Κῆρυξ
  1. ἀλλʼ εἰς ἅπαντας ἀνθʼ ἑνὸς τόδʼ ἔργον ἦν.
Ἀντιγόνη
  1. ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.
  2. ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.
Κῆρυξ
  1. ἀλλʼ αὐτόβουλος ἴσθʼ, ἀπεννέπω δʼ ἐγώ.
Χορός
  1. φεῦ φεῦ.
  2. ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖς