Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- τοὺς κλαίοντας Πολυνείκη.
- ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεν
- αἵδε προπομποί. καὶ γὰρ γενεᾷ
- κοινὸν τόδʼ ἄχος, καὶ πόλις ἄλλως
- ἄλλοτʼ ἐπαινεῖ τὰ δίκαια.
- ἡμεῖς δʼ ἅμα τῷδʼ, ὥσπερ τε πόλις
- καὶ τὸ δίκαιον ξυνεπαινεῖ.
- μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺν
- ὅδε Καδμείων ἤρυξε πόλιν
- μὴ ʼνατραπῆναι μηδʼ ἀλλοδαπῷ
- κύματι φωτῶν
- κατακλυσθῆναι τὰ μάλιστα.