Seven Against Thebes
Aeschylus
Aeschylus, Volume 1. Smyth, Herbert Weir, editor. London; New York: William Heinemann; G.P. Putnam's Sons, 1922.
- μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.
- τοιγὰρ θέλουσʼ ἄκοντι κοινώνει κακῶν
- ψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.
- τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορες
- λύκοι σπάσονται· μὴ δοκησάτω τινί.
- τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ,
- γυνή περ οὖσα, τῷδε μηχανήσομαι,
- κόλπῳ φέρουσα βυσσίνου πεπλώματος.
- καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν·
- θάρσει, παρέσται μηχανὴ δραστήριος.
- αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.
- αὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί.