Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. κλαιομένας μου μινύθει
  2. τοῖνδε δυοῖν[*](δυοῖν recc.: δοιοῖν M) ἀνάκτοιν.
Χορος
  1. πάρεστι δ᾽ εἰπεῖν ἐπ᾽ ἀθλίοισιν
  2. ὡς ἐρξάτην πολλὰ μὲν πολίτας,[*](πολίτας rec.: πολίταις codd. cett.)
  3. ξένων τε πάντων στίχας[*](τ᾽ ἐπακτῶν Meineke)
  4. πολυφθόρους ἐν δαΐ.
  5. <ἰὼ> δυσαίων[*](<ἰὼ> δυσαίων Dindorf: δυσδαίμων codd.) σφ᾽[*](σφ᾽ H. Voss: σφιν codd.) ἁ τεκοῦσα
  6. πρὸ πασᾶν[*](προπασᾶν (ᾶν mut. in ῶν m) M) γυναικῶν ὁπόσαι
  7. τεκνογόνοι κέκληνται.
  8. παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένα
  9. τούσδ᾽ ἔτεχ᾽, οἱ δ᾽ ὧδ᾽ ἐτελεύ-
  10. τασαν ὑπ᾽ ἀλλαλοφόνοις
  11. χερσὶν ὁμοσπόροισιν.
Χορος
  1. ὁμόσποροι δῆτα καὶ πανώλεθροι,[*](ὁμοσπόροις ... πανωλέθροις (auctore Meinekio) Wecklein)
  2. διατομαῖς ἀφίλοις,[*](ἀφίλοις H. Voss: οὐ φίλαις codd.)
  3. ἔριδι μαινομένᾳ,
  4. νείκεος ἐν τελευτᾷ.
Χορος
  1. πέπαυται δ᾽ ἔχθος, ἐν δὲ γαίᾳ
  2. ζόα φονορύτῳ[*](φονορύτῳ Seidler: φονορρύτω vel -ῳ codd.)
  3. μέμικται: κάρτα δ᾽ εἴσ᾽ ὅμαιμοι.