Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
  2. ζυγοῖσι δουλίοισι[*](δουλίοισι Aldina: δουλείοισι codd.) μήποτε σχεθεῖν:[*](σχεθεῖν Blomfield: σχέθειν codd.)
  3. γένεσθε δ᾽ ἀλκή: ξυνὰ δ᾽ ἐλπίζω λέγειν:
  4. πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
Χορος
  1. θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη:
  2. μεθεῖται στρατός: στρατόπεδον λιπὼν
  3. ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας: