Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- αἰθερία κόνις με πείθει φανεῖσ᾽,
- ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.—
- ἔτι δὲ γᾶς ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠ-
- τὶ χρίμπτει βοάν:[*](ἔτι δὲ γᾶς ἐμᾶς Paley, πεδί᾽ ὁπλόκτυπ᾽ Seidler, ὠτὶ recc. χρίμπτει βοάν Ritschl: ἕλεδέμας πεδιοπλοκτύπος τί χρίμπτεται βοᾷ M totum locum ita restituit Paleio praeeunte Wecklein, nisi quod ἰδὲ pro ἔτι habet) ποτᾶται, βρέμει δ᾽
- ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.—
- ἰὼ ἰὼ[*](ἰὼ ἰὼ recc.: ἰὼ ἰὼ ἰὼ M) θεοὶ
- θεαί τ᾽ ὀρόμενον κακὸν ἀλεύσατε.—