Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
  2. εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσι.
Ετεοκλης
  1. ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
  2. Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,
  3. μή μοι πόλιν γε πρυμνόθεν[*](πρυμνόθεν codd.: πρέμνοθεν Valckenärium secuti edd. plerique) πανώλεθρον
  4. ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
  5. φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους: