Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὀργὴν ὁμοῖος τῷ κάκιστ᾽ αὐδωμένῳ:
  2. ἀλλ᾽ ἄνδρας Ἀργείοισι Καδμείους ἅλις
  3. ἐς χεῖρας[*](χεῖρας recc.: χέρας M) ἐλθεῖν: αἷμα γὰρ καθάρσιον.
  4. ἀνδροῖν δ᾽ ὁμαίμοιν θάνατος ὧδ᾽ αὐτοκτόνος,
  5. οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.
Ετεοκλης
  1. εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερ
  2. ἔστω: μόνον γὰρ κέρδος ἐν[*](ἐν (mutatum in ἓν m1) M) τεθνηκόσι:
  3. κακῶν δὲ κᾀσχρῶν οὔτιν᾽ εὐκλείαν ἐρεῖς.
Χορος
  1. τί μέμονας,[*](μέμονας (η supra ο scr. m1) M) τέκνον; μή τί[*](μήτι recc. aliquot: μήτις M, recc. cett.) σε θυμοπλη-
  2. θὴς δορίμαργος[*](δορὶ μάργος (correxit m1) M) ἄτα φερέτω: κακοῦ δ᾽
  3. ἔκβαλ᾽[*](ἔκβαλ᾽ (ἔκβαλλ᾽ m1) M) ἔρωτος ἀρχάν.
Ετεοκλης
  1. ἐπεὶ τὸ πρᾶγμα κάρτ᾽ ἐπισπέρχει θεός,
  2. ἴτω κατ᾽ οὖρον κῦμα Κωκυτοῦ λαχὸν
  3. Φοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.
Χορος
  1. ὠμοδακής σ᾽ ἄγαν ἵμερος ἐξοτρύ-
  2. νει πικρόκαρπον ἀνδροκτασίαν[*](ἀνδροηλασίαν (correxit m1) M) τελεῖν
  3. αἵματος οὐ θεμιστοῦ.
Ετεοκλης
  1. φίλου γὰρ ἐχθρά[*](ἐχθρά recc.: αἰσχρά M) μοι πατρὸς μέλαιν᾽[*](μέλαιν᾽ Weil: τελεῖ M, τελεία suprascr. m1: τελεί᾽ recc.) ἀρὰ
  2. ξηροῖς ἀκλαύτοις[*](ἄκλαυτος Butler) ὄμμασιν προσιζάνει,
  3. λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.