Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἀλλὰ σὺ μὴ ᾽ποτρύνου: κακὸς οὐ κεκλή-
- σει βίον εὖ κυρήσας: μελάναιγις ἐκ δ᾽[*](ἐκ δ᾽ Weil: δ᾽ οὐκ codd.)
- εἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶν
- θεοὶ θυσίαν δέχωνται.
- θεοῖς μὲν ἤδη πως παρημελήμεθα,
- χάρις δ᾽ ἀφ᾽ ἡμῶν ὀλομένων θαυμάζεται:
- τί οὖν ἔτ᾽ ἂν σαίνοιμεν ὀλέθριον μόρον;
- πιθοῦ[*](πιθοῦ Blomfield: πείθου M) γυναιξί, καίπερ οὐ στέργων ὅμως.
- λέγοιτ᾽ ἂν ὧν ἄνη τις:[*](τίς M (correxit m1)) οὐδὲ χρὴ μακράν.
- μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδ᾽ ἐφ᾽ ἑβδόμαις πύλαις.
- τεθηγμένον τοί μ᾽ οὐκ ἀπαμβλυνεῖς λόγῳ.
- νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.
- οὐκ ἄνδρ᾽ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.