Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει[*](Πολυνείκει (sed ει in litura) M: Πολυνείκη recc.) λέγω,
- τάχ᾽ εἰσόμεσθα τοὐπίσημ᾽ ὅποι τελεῖ,
- εἴ νιν κατάξει χρυσότευκτα γράμματα
- ἐπ᾽ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.
- εἰ δ᾽ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆν
- ἔργοις ἐκείνου καὶ φρεσίν, τάχ᾽ ἂν τόδ᾽ ἦν:
- ἀλλ᾽ οὔτε νιν φυγόντα μητρόθεν σκότον,
- οὔτ᾽ ἐν τροφαῖσιν, οὔτ᾽ ἐφηβήσαντά πω,
- οὔτ᾽ ἐν γενείου ξυλλογῇ τριχώματος,
- Δίκη προσεῖδε[*](προσεῖδε ex schol. Martini: προσεῖπε codd.) καὶ κατηξιώσατο:
- οὐδ᾽[*](οὐδ᾽ recc. pauci: οὔτ᾽ codd. cett.) ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳ
- οἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας,
- ἢ δῆτ᾽ ἂν εἴη πανδίκως ψευδώνυμος
- Δίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.
- τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαι
- αὐτός: τίς ἄλλος μᾶλλον ἐνδικώτερος;
- ἄρχοντί τ᾽ ἄρχων καὶ κασιγνήτῳ κάσις,
- ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρ᾽ ὡς τάχος
- κνημῖδας, αἰχμῆς καὶ πέτρων[*](πέτρων mutatum in πετρῶν M) προβλήματα.
- μή, φίλτατ᾽ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃ