Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς
  2. χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.[*](πλευμόνων M: πνευμόνων recc.)
  3. σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
  4. φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
  5. Ἄρεως: βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ:
  6. καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ:
  7. κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον