Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. φυγῇ τὸν αὐτὸν τόνδε τίσασθαι τρόπον.
  2. τοιαῦτ᾽ ἀυτεῖ καὶ θεοὺς γενεθλίους
  3. καλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶν
  4. τῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.
  5. ἔχει δὲ καινοπηγὲς εὔκυκλον[*](εὔκυκλον M: εὔθετον schol. (in M)) σάκος
  6. διπλοῦν τε σῆμα προσμεμηχανημένον.
  7. χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖν
  8. ἄγει γυνή τις σωφρόνως ἡγουμένη.
  9. Δίκη δ᾽ ἄρ᾽ εἶναί φησιν, ὡς τὰ γράμματα
  10. λέγει[*](λέγει recc.: λέξει M) “κατάξω δ᾽ ἄνδρα τόνδε καὶ πόλιν
  11. ἕξει πατρῴων δωμάτων τ᾽ ἐπιστροφάς.”
  12. τοιαῦτ᾽ ἐκείνων ἐστὶ τἀξευρήματα.
  13. σὺ δ᾽ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ:
  14. ὡς οὔποτ᾽ ἀνδρὶ τῷδε κηρυκευμάτων
  15. μέμψει, σὺ δ᾽ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.
Ετεοκλης
  1. ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,
  2. ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος:
  3. ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.
  4. ἀλλ᾽ οὔτε κλαίειν οὔτ᾽ ὀδύρεσθαι πρέπει,
  5. μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.