Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου:
- φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.
- ὅμως δ᾽ ἐπ᾽ αὐτῷ φῶτα, Λασθένους βίαν,
- ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,
- γέροντα τὸν νοῦν, σάρκα δ᾽ ἡβῶσαν φύει,[*](φύει Wellauer: φύσει M: φέρει m1 recc.)
- ποδῶκες οἶμα,[*](οἶμα Weil: ὄμμα codd.) χεῖρα δ᾽ οὐ βραδύνεται
- παρ᾽ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.
- θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.
- τὸν ἕβδομον δὴ τόν τ᾽[*](τόν τ᾽ Blomfield: τόνδ᾽ codd.) ἐφ᾽ ἑβδόμαις πύλαις
- λέξω, τὸν αὐτοῦ σου κασίγνητον, πόλει
- οἵας[*](οἵας recc.: οἵας γ᾽ (ας in litura, οἵ ex οἷ factum m1) M) ἀρᾶται καὶ κατεύχεται τύχας:
- πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,
- ἁλώσιμον παιᾶν᾽ ἐπεξιακχάσας,
- σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,
- ἢ ζῶντ᾽ ἀτιμαστῆρα τὼς ἀνδρηλατῶν[*](ἀνδρηλατῶν Blomfield: ἀνδρηλάτην codd.)