Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. δίκαιον ἄνδρα τοῖσι δυσσεβεστάτοις.[*](δυσσεβεστάτοις recc.: δυσεβεστέροις M, ς suprascr. m)
  2. ἐν παντὶ πράγει δ᾽ ἔσθ᾽ ὁμιλίας κακῆς
  3. κάκιον οὐδέν, καρπὸς οὐ κομιστέος:
  4. ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.
  5. ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρ
  6. ναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶ
  7. ὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,
  8. ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢν
  9. ἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,
  10. ταὐτοῦ κυρήσας ἐκδίκοις[*](ἐκδίκοις Prien: ἐκδίκως codd.) ἀγρεύματος,
  11. πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη.[*](ʼδ̓άμη G: δάμη M et cett.)
  12. οὕτως δ᾽ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,
  13. σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,
  14. μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶς
  15. θρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,
  16. τείνουσι πομπὴν[*](πομπὴν] καμπὴν Heimsoeth) τὴν μακρὰν πάλιν μολεῖν,
  17. Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.
  18. δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις,
  19. οὐχ ὡς ἄθυμον[*](ἄθυμον Turnebus: ἄθυμος codd.) οὐδὲ λήματος κάκῃ,
  20. ἀλλ᾽ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,