Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- χραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.[*](πλευμόνων M: πνευμόνων recc.)
- σὺ δ᾽ ὥστε ναὸς κεδνὸς οἰακοστρόφος
- φράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰς
- Ἄρεως: βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ:
- καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ:
- κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπον
- ὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγου
- εἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσι.
- ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,
- Ἀρά τ᾽ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,
- μή μοι πόλιν γε πρυμνόθεν[*](πρυμνόθεν codd.: πρέμνοθεν Valckenärium secuti edd. plerique) πανώλεθρον
- ἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδος
- φθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους:
- ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλιν
- ζυγοῖσι δουλίοισι[*](δουλίοισι Aldina: δουλείοισι codd.) μήποτε σχεθεῖν:[*](σχεθεῖν Blomfield: σχέθειν codd.)
- γένεσθε δ᾽ ἀλκή: ξυνὰ δ᾽ ἐλπίζω λέγειν:
- πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.
- θρέομαι φοβερὰ μεγάλ᾽ ἄχη:
- μεθεῖται στρατός: στρατόπεδον λιπὼν
- ῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας: