Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- αὐτὸς κατόπτης δ᾽ εἴμ᾽ ἐγὼ τῶν πραγμάτων:
- ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,
- ταυροσφαγοῦντες ἐς μελάνδετον σάκος
- καὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,
- Ἄρη τ᾽, Ἐνυώ, καὶ φιλαίματον Φόβον
- ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
- θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
- ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ:
- μνημεῖά θ᾽ αὑτῶν[*](αὑτῶν] αὐτῶν M) τοῖς τεκοῦσιν ἐς δόμους
- πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ
- λείβοντες: οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα.
- σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων
- ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
- καὶ τῶνδε πίστις[*](πίστις rec. et Stobaeus (vii. 11): πύστις codd. cett.) οὐκ ὄκνῳ χρονίζεται.
- κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν
- ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
- πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
- πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος:
- ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς
- χωρεῖ, κονίει, πεδία δ᾽ ἀργηστὴς ἀφρὸς