Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. αἰθερία κόνις με πείθει φανεῖσ᾽,
  2. ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.—
  3. ἔτι δὲ γᾶς ἐμᾶς πεδί᾽ ὁπλόκτυπ᾽ ὠ-
  4. τὶ χρίμπτει βοάν:[*](ἔτι δὲ γᾶς ἐμᾶς Paley, πεδί᾽ ὁπλόκτυπ᾽ Seidler, ὠτὶ recc. χρίμπτει βοάν Ritschl: ἕλεδέμας πεδιοπλοκτύπος τί χρίμπτεται βοᾷ M totum locum ita restituit Paleio praeeunte Wecklein, nisi quod ἰδὲ pro ἔτι habet) ποτᾶται, βρέμει δ᾽
  5. ἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.—
  6. ἰὼ ἰὼ[*](ἰὼ ἰὼ recc.: ἰὼ ἰὼ ἰὼ M) θεοὶ
  7. θεαί τ᾽ ὀρόμενον κακὸν ἀλεύσατε.—
  8. βοᾷ[*](βοᾷ fortasse secludendum) ὑπὲρ τειχέων
  9. ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-
  10. τρεπὴς ἐπὶ πόλιν [διώκων[*](διώκων seclusit Rothe)].—
  11. τίς ἄρα ῥύσεται, τίς ἄρ᾽ ἐπαρκέσει
  12. θεῶν ἢ θεᾶν;
  13. πότερα δῆτ᾽ ἐγὼ <πάτρια[*](πάτρια add. ex schol. Volckmann)> προσπέσω
  14. βρέτη δαιμόνων;—
  15. ἰὼ μάκαρες εὔεδροι,
  16. ἀκμάζει βρετέων ἔχεσθαι: τί μέλ-
  17. λομεν ἀγάστονοι;—
  18. ἀκούετ᾽ ἢ οὐκ ἀκούετ᾽ ἀσπίδων κτύπον;
  19. πέπλων καὶ στεφέων[*](στεφέων ex στεφάνων factum M) πότ᾽ εἰ μὴ νῦν ἀμ-
  20. φὶ λιτάν᾽[*](ἀμφὶ λιτάν᾽ Seidler: ἀμφίλιταν M: ἀμφὶ λιτὰν m1) ἕξομεν;—