Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.
  2. καὶ τῶνδε πίστις[*](πίστις rec. et Stobaeus (vii. 11): πύστις codd. cett.) οὐκ ὄκνῳ χρονίζεται.
  3. κληρουμένους δ᾽ ἔλειπον, ὡς πάλῳ λαχὼν
  4. ἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.
  5. πρὸς ταῦτ᾽ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεως
  6. πυλῶν ἐπ᾽ ἐξόδοισι τάγευσαι τάχος:
  7. ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸς