Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- δίς τ᾽ ἐν τελευτῇ τοὔνομ᾽ ἐνδατούμενος,
- καλεῖ. λέγει δὲ τοῦτ᾽ ἔπος διὰ στόμα:
- “ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,
- καλόν τ᾽ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,
- πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖς
- πορθεῖν, στράτευμ᾽ ἐπακτὸν ἐμβεβληκότα;
- μητρός τε πηγὴν τίς κατασβέσει δίκη;
- πατρὶς δὲ γαῖα σῆς ὑπὸ σπουδῆς δορὶ
- ἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;
- ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,
- μάντις κεκευθὼς πολεμίας ὑπὸ[*](ὑπὸ recc. duo: ἐπι M: ἐπὶ cett.) χθονός.
- μαχώμεθ᾽, οὐκ ἄτιμον ἐλπίζω μόρον.”
- τοιαῦθ᾽ ὁ μάντις ἀσπίδ᾽ εὔκυκλον νέμων[*](εὔκυκλον νέμων m et recc.: εὔκηλον ἔχων M)
- πάγχαλκον ηὔδα: σῆμα δ᾽ οὐκ ἐπῆν κύκλῳ.[*](κύκλῳ] κύτει Wecklein)
- οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλ᾽ εἶναι θέλει,
- βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,
- ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.
- τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέτας
- πέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.
- φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖς[*](βροτοῖς m1 et recc.: βροτοὺς M)