Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐδ᾽ εἰσαμεῖψαι τεῖχος[*](τεῖχος Francken: θηρὸς codd.) ἐχθίστου δάκους
  2. εἰκὼ φέροντα πολεμίας ἐπ᾽ ἀσπίδος:
  3. ἣ ʼξωθεν[*](ἣ ʼξωθεν Porson: ἔξωθεν codd.) εἴσω τῷ φέροντι μέμψεται,
  4. πυκνοῦ κροτησμοῦ τυγχάνουσ᾽ ὑπὸ πτόλιν.
  5. θεῶν θελόντων κἂν[*](κἂν Hartung: δ᾽ ἂν M ἀλλ᾽ W. Headlam, qui post θελόντων, non post πτόλιν, interpungit) ἀληθεύσαιμ᾽ ἐγώ.
Χορος
  1. ἱκνεῖται λόγος διὰ στηθέων,
  2. τριχὸς δ᾽ ὀρθίας πλόκαμος ἵσταται,
  3. μεγάλα μεγαληγόρων κλυούσᾳ[*](κλυούσᾳ Hermann: κλύων M)
  4. ἀνοσίων ἀνδρῶν. εἴθε γὰρ[*](εἴθε γὰρ recc.: εἰ θεοὶ M)
  5. θεοὶ τούσδ᾽ ὀλέσειαν ἐν γᾷ.
Αγγελος
  1. ἕκτον λέγοιμ᾽ ἂν ἄνδρα σωφρονέστατον,
  2. ἀλκήν τ᾽ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν:
  3. Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένος
  4. κακοῖσι βάζει πολλὰ Τυδέως βίαν:
  5. τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,
  6. μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,
  7. Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,
  8. κακῶν τ᾽ Ἀδράστῳ τῶνδε βουλευτήριον.
  9. καὶ τὸν σὸν αὖθις προσθροῶν[*](προσθροῶν Francken: προσμόραν M: πρόσμορον recc.) ἀδελφεόν,
  10. ἐξυπτιάζων ὄμμα,[*](ὄμμα Schütz: ὄνομα codd.) Πολυνείκους βίαν,