Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- οὐ μὴν ἀκόμπαστός γ᾽ ἐφίσταται πύλαις:
- τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳ
- σάκει, κυκλωτῷ σώματος προβλήματι,
- Σφίγγ᾽ ὠμόσιτον προσμεμηχανημένην
- γόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,
- φέρει δ᾽ ὑφ᾽ αὑτῇ φῶτα Καδμείων ἕνα,
- ὡς πλεῖστ᾽ ἐπ᾽ ἀνδρὶ τῷδ᾽ ἰάπτεσθαι βέλη.
- ἐλθὼν δ᾽ ἔοικεν οὐ καπηλεύσειν μάχην,
- μακρᾶς κελεύθου δ᾽ οὐ καταισχυνεῖν[*](καταισχύνειν (-υνεῖν m) M) πόρον,
- Παρθενοπαῖος Ἀρκάς: ὁ δὲ τοιόσδ᾽ ἀνὴρ
- μέτοικος, Ἄργει δ᾽ ἐκτίνων καλὰς τροφάς,
- πύργοις ἀπειλεῖ τοῖσδ᾽ ἃ μὴ κραίνοι θεός.
- εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,
- αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν:
- ἦ τἂν πανώλεις παγκάκως τ᾽ ὀλοίατο.
- ἔστιν δὲ καὶ τῷδ᾽, ὃν λέγεις τὸν Ἀρκάδα,
- ἀνὴρ ἄκομπος, χεὶρ δ᾽ ὁρᾷ τὸ δράσιμον,
- Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου:
- ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερ
- εἴσω[*](εἴσω Blomfield: ἔσω codd.) πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,