Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. εἰκὸς δὲ[*](δὲ m1: γε M) πρᾶξαι[*](πρᾶξαι scripsi: πρᾶξιν M: πράξειν m1 codd.) κἄνδρας[*](κἄνδρας Pauw: ἄνδρας codd.) ὧδ᾽ ἀντιστάτας:
  2. Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματος[*](sic recc. duo et Brunck: ordine inverso codd. cett.)
  3. σωτὴρ γένοιτ᾽ ἂν Ζεὺς ἐπ᾽ ἀσπίδος τυχών.
Χορος
  1. πέποιθα <δὴ[*](δὴ add. Robortello)> τὸν Διὸς ἀντίτυπον ἔχοντ᾽
  2. ἄφιλον ἐν σάκει τοῦ χθονίου δέμας
  3. δαίμονος,[*](δαίμονος et βροτοῖς Brunck: δαίμοσιν et βροτοῖσι codd.) ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶ
  4. δαροβίοισι θεοῖσιν,[*](θεοῖσι codd.)
  5. πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.
Αγγελος
  1. οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,
  2. πέμπταισι προσταχθέντα Βορραίαις[*](Βορραίαις Porson: βορρέαις M) πύλαις,
  3. τύμβον κατ᾽ αὐτὸν Διογενοῦς Ἀμφίονος:
  4. ὄμνυσι δ᾽ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦ
  5. σέβειν πεποιθὼς ὀμμάτων θ᾽ ὑπέρτερον,
  6. ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳ
  7. Διός: τόδ᾽ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόου
  8. βλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ.
  9. στείχει δ᾽ ἴουλος ἄρτι διὰ παρηίδων,
  10. ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.
  11. ὁ δ᾽ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,
  12. φρόνημα, γοργὸν δ᾽ ὄμμ᾽ ἔχων, προσίσταται.