Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ὡρκωμότησαν ἢ πόλει κατασκαφὰς
  2. θέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,
  3. ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ:
  4. μνημεῖά θ᾽ αὑτῶν[*](αὑτῶν] αὐτῶν M) τοῖς τεκοῦσιν ἐς δόμους
  5. πρὸς ἅρμ᾽ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυ
  6. λείβοντες: οἶκτος δ᾽ οὔτις ἦν διὰ στόμα.
  7. σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγων