Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτ᾽[*](ἥδ᾽ Weil) ἀγχίπτολις,
- πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσ᾽ ὕβριν,
- εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον:
- Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,
- ἀνὴρ κατ᾽ ἄνδρα τοῦτον ᾑρέθη, θέλων
- ἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,
- οὔτ᾽ εἶδος οὔτε θυμὸν οὔθ᾽[*](οὔθ᾽ recc.: οὐδ᾽ M) ὅπλων σχέσιν
- μωμητός, Ἑρμῆς δ᾽ εὐλόγως ξυνήγαγεν.
- ἐχθρὸς γὰρ ἁνὴρ[*](ἁνὴρ Porson: ἀνὴρ codd.) ἀνδρὶ τῷ ξυστήσεται,
- ξυνοίσετον δὲ πολεμίους ἐπ᾽ ἀσπίδων
- θεούς: ὁ μὲν γὰρ πύρπνοον Τυφῶν᾽ ἔχει,
- Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπ᾽ ἀσπίδος
- σταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων:
- κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.
- τοιάδε μέντοι προσφίλεια δαιμόνων.
- πρὸς τῶν κρατούντων δ᾽ ἐσμέν, οἱ δ᾽ ἡσσωμένων,
- εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ: