Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἢ καὶ δύ᾽ ἄνδρε καὶ πόλισμ᾽ ἐπ᾽ ἀσπίδος
  2. ἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.
  3. κόμπαζ᾽ ἐπ᾽ ἄλλῳ, μηδέ μοι φθόνει λόγων.[*](λόγων Valckenarius: λέγων codd.)
Χορος
  1. ἐπεύχομαι τῷδε[*](τῷδε rec.: δὴ τάδε M) μὲν εὐτυχεῖν, ἰὼ
  2. πρόμαχ᾽ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.
  3. ὡς δ᾽ ὑπέραυχα βάζουσιν[*](βάζουσιν recc. duo: βάζουσ᾽ codd. cett.) ἐπὶ πτόλει
  4. μαινομένᾳ φρενί, τώς νιν
  5. Ζεὺς νεμέτωρ ἐπίδοι κοταίνων.
Αγγελος
  1. τέταρτος ἄλλος, γείτονας πύλας ἔχων
  2. Ὄγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,
  3. Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος:
  4. ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,
  5. ἔφριξα δινήσαντος: οὐκ ἄλλως ἐρῶ.
  6. ὁ σηματουργὸς δ᾽ οὔ τις εὐτελὴς ἄρ᾽ ἦν
  7. ὅστις τόδ᾽ ἔργον ὤπασεν πρὸς ἀσπίδι,
  8. Τυφῶν᾽ ἱέντα πύρπνοον διὰ στόμα
  9. λιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν:
  10. ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος
  11. προσηδάφισται κοιλογάστορος κύκλου.
  12. αὐτὸς δ᾽ ἐπηλάλαξεν, ἔνθεος δ᾽ Ἄρει