Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. λέξω: τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλος
  2. ἐξ ὑπτίου ᾽πήδησεν εὐχάλκου κράνους,
  3. πύλαισι Νηίσταισι προσβαλεῖν λόχον.
  4. ἵππους δ᾽ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμένας
  5. δινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.
  6. φιμοὶ δὲ συρίζουσι βάρβαρον βρόμον,[*](βρόμον ex schol. Schütz: τρόπον codd.)
  7. μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.
  8. ἐσχημάτισται[*](ἐσχημάτισται m1: εἰσημάτισται M) δ᾽ ἀσπὶς οὐ σμικρὸν[*](σμικρὸν Robortello: μικρὸν codd.) τρόπον:
  9. ἀνὴρ [δ᾽[*](δ᾽ seclusit Blomfield)] ὁπλίτης κλίμακος προσαμβάσεις[*](προσαμβάσεις Canter: πρὸς ἀμβάσεις codd.)
  10. στείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.
  11. βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,
  12. ὡς οὐδ᾽ ἂν Ἄρης σφ᾽ ἐκβάλοι πυργωμάτων.
  13. καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυον
  14. πόλεως ἀπείργειν τῆσδε δούλιον[*](δούλιον Blomfield: δούλειον codd.) ζυγόν.
Ετεοκλης
  1. πέμποιμ᾽ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ:
  2. καὶ δὴ πέπεμπται[*](πέπεμπται rec. et Erfurdt: πέπεμπτ᾽ οὐ M [οὐ habent codd. cett.]) κόμπον ἐν χεροῖν ἔχων,
  3. Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶν[*](σπαρτῶν recc.: σπαρτοῦ M, ῶν suprascr. m1) γένους,
  4. ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτων
  5. βρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,
  6. ἀλλ᾽ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,