Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- τῶν τοι ματαίων ἀνδράσιν φρονημάτων
- ἡ γλῶσσ᾽ ἀληθὴς γίγνεται[*](γίνεται codd.) κατήγορος.
- Καπανεὺς δ᾽ ἀπειλεῖ δρᾶν παρεσκευασμένος,
- θεοὺς[*](ἀπειλεῖ ... θεοὺς secludere volt Wecklein) ἀτίζων, κἀπογυμνάζων στόμα
- χαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸν
- πέμπει γεγωνὰ[*](γεγωνὰ Brunck: γεγωνᾷ (ι adscr. m) M recc. plerique) Ζηνὶ κυμαίνοντ᾽ ἔπη:
- πέποιθα δ᾽ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρον[*](πυρφόρον recc.: πυρφόρων M)
- ἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένον
- μεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.
- ἀνὴρ δ᾽ ἐπ᾽ αὐτῷ, κεἰ στόμαργός ἐστ᾽ ἄγαν,
- αἴθων τέτακται λῆμα, Πολυφόντου βία,
- φερέγγυον φρούρημα, προστατηρίας
- Ἀρτέμιδος εὐνοίαισι σύν τ᾽ ἄλλοις θεοῖς.
- λέγ᾽ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.