Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. θεοὶ δοῖεν, ὡς δικαίως πόλεως
  2. πρόμαχος ὄρνυται: τρέμω δ᾽ αἱματη-
  3. φόρους μόρους ὑπὲρ φίλων
  4. ὀλομένων ἰδέσθαι.
Αγγελος
  1. τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί:[*](θεοὶ δοῖεν M, corrigit m)
  2. Καπανεὺς δ᾽ ἐπ᾽ Ἠλέκτραισιν εἴληχεν πύλαις,
  3. γίγας ὅδ᾽ ἄλλος τοῦ πάρος λελεγμένου
  4. μείζων, ὁ κόμπος δ᾽ οὐ κατ᾽ ἄνθρωπον φρονεῖ,
  5. πύργοις δ᾽ ἀπειλεῖ δείν᾽, ἃ μὴ κραίνοι τύχη:
  6. θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλιν
  7. καὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸς
  8. Ἔριν πέδοι[*](πέδοι Dindorf: πέδῳ codd.) σκήψασαν ἐμποδὼν σχεθεῖν.
  9. τὰς δ᾽ ἀστραπάς τε καὶ κεραυνίους βολὰς
  10. μεσημβρινοῖσι θάλπεσιν προσῄκασεν:
  11. ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,
  12. φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη:
  13. χρυσοῖς δὲ φωνεῖ γράμμασιν “Πρήσω πόλιν.”
  14. τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,
  15. τίς ἄνδρα κομπάσαντα[*](κομπάσαντα M: κομπάζοντα m1 et recc.) μὴ τρέσας μενεῖ;
Ετεοκλης
  1. καὶ τῷδε κόμπῳ[*](κόμπῳ Keck: κέρδει codd.) κέρδος ἄλλο τίκτεται.