Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. οὐδ᾽ ἑλκοποιὰ γίγνεται[*](γίνεται codd.) τὰ σήματα:
  2. λόφοι δὲ κώδων τ᾽ οὐ δάκνουσ᾽ ἄνευ δορός.
  3. καὶ νύκτα ταύτην ἣν λέγεις ἐπ᾽ ἀσπίδος
  4. ἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,
  5. τάχ᾽ ἂν γένοιτο μάντις ἁνοία[*](ἡ ἄνοιά (accent. mutat. ἀνοία m) M) τινί.
  6. εἰ γὰρ θανόντι νὺξ ἐπ᾽ ὀφθαλμοῖς πέσοι,
  7. τῷ τοι φέροντι σῆμ᾽ ὑπέρκομπον τόδε
  8. γένοιτ᾽ ἂν ὀρθῶς ἐνδίκως τ᾽ ἐπώνυμον,
  9. καὐτὸς καθ᾽ αὑτοῦ τήνδ᾽ ὕβριν μαντεύσεται.[*](μαντεύεται M, ς add. m)
  10. ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκον
  11. τῶνδ᾽ ἀντιτάξω προστάτην πυλωμάτων,
  12. μάλ᾽ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνον
  13. τιμῶντα καὶ στυγοῦνθ᾽ ὑπέρφρονας λόγους.
  14. αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δ᾽ εἶναι φιλεῖ.
  15. σπαρτῶν δ᾽ ἀπ᾽ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,
  16. ῥίζωμ᾽ ἀνεῖται, κάρτα δ᾽ ἔστ᾽ ἐγχώριος,
  17. Μελάνιππος: ἔργον δ᾽ ἐν κύβοις Ἄρης κρινεῖ:
  18. Δίκη δ᾽ ὁμαίμων[*](ὁμαίμων M: δ supra μ scr. m1 (i. e. ὁ δαίμων), quod habent recc.) κάρτα νιν προστέλλεται
  19. εἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.
Χορος
  1. τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖν