Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός:
- χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
- καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
- νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,
- ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,
- χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ:
- οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
- λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
- νυκτηγορεῖσθαι κἀπιβούλευσιν[*](κἀπιβούλευσιν Dindorf: κἀπιβουλεύσειν M: -εύειν recc.) πόλει.
- ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων
- ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,
- πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασιν
- πύργων στάθητε, καὶ πυλῶν ἐπ᾽ ἐξόδοις
- μίμνοντες εὖ θαρσεῖτε,[*](εὖ θαρσεῖτε Aldina: εὐθαρσεῖτε codd.) μηδ᾽ ἐπηλύδων
- ταρβεῖτ᾽ ἄγαν ὅμιλον: εὖ τελεῖ θεός.
- σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦ
- ἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ:
- καὶ τῶνδ᾽ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.
- Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,
- ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,