Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. βρέμει, πόρον δ᾽ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶν
  2. ὁ μάντις: οὐ γὰρ σφάγια γίγνεται[*](γίγνεται Porson: γίνεται codd.) καλά.
  3. Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένος[*](λιμένος M, λε adscr. m, μ m1)
  4. μεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ:
  5. θείνει[*](θείνει recc.: θένει M) δ᾽ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,
  6. σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.
  7. τοιαῦτ᾽ ἀυτῶν τρεῖς κατασκίους λόφους
  8. σείει, κράνους χαίτωμ᾽, ὑπ᾽ ἀσπίδος δὲ τῷ[*](δὲ τῷ recc.: δ᾽ ἐσώ M, τῶ m1)
  9. χαλκήλατοι κλάζουσι κώδωνες φόβον:
  10. ἔχει δ᾽ ὑπέρφρον σῆμ᾽ ἐπ᾽ ἀσπίδος τόδε,
  11. φλέγονθ᾽ ὑπ᾽ ἄστροις οὐρανὸν τετυγμένον:
  12. λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,
  13. πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.
  14. τοιαῦτ᾽ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖς[*](αγαῖς (ς adscr. m1) M)
  15. βοᾷ παρ᾽ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,
  16. ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,
  17. ὅστις βοὴν σάλπιγγος ὁρμαίνει κλύων.[*](κλύων ex schol. Tyrwhitt: μένων (e 393) M)
  18. τίν᾽ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶν
  19. κλῄθρων λυθέντων προστατεῖν φερέγγυος;
Ετεοκλης
  1. κόσμον μὲν ἀνδρὸς οὔτιν᾽ ἂν τρέσαιμ᾽ ἐγώ,