Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼν ἀλγύνει [κυρήσας[*](κυρήσας seclusit Dindorf)],
  2. πικρὸν δ᾽ ὄμμα <τᾶν[*](τᾶν add. Wecklein)> θαλαμηπόλων:
  3. πολλὰ δ᾽ ἀκριτόφυρτος
  4. γᾶς δόσις οὐτιδανοῖς
  5. ἐν ῥοθίοις[*](ῥοθίοις recc.: ῥοθίοισι M) φορεῖται.
  6. δμωίδες δὲ καινοπήμονες †νέαι:
  7. τλήμονες[*](νέαι τλήμονες tanquam καινοπήμονες interpretantis eicit Butler. Praestat fortasse τλᾶσαν αἰχμ. εὐνὰν Hartung, vel κῆδος ηὗρον αἰχμ.) εὐνὰν αἰχμάλωτον†[*](corrupta nondum sanantur.)
  8. ἀνδρὸς εὐτυχοῦντος, αἷς[*](αἷς Butler: ὡς codd.)
  9. δυσμενοῦς ὑπερτέρου
  10. ἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,
  11. παγκλαύτων ἀλγέων ἐπίρροθον.
Ημιχόριον
  1. ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦ
  2. πευθώ τιν᾽ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,
  3. σπουδῇ διώκων πομπίμους χνόας ποδοῖν.
Ἡμιχόριον Β
  1. καὶ μὴν ἄναξ ὅδ᾽ αὐτὸς Οἰδίπου τόκος
  2. εἰς[*](εἰς Porson: εἶσ᾽ codd.) ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν:
  3. σπουδὴ δὲ καὶ τοῦδ᾽ εὖ καταρτίζει[*](εὖ καταρτίζει Weil: οὐκ ἀπαρτίζει codd.) πόδα.
Αγγελος
  1. λέγοιμ᾽ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,
  2. ὥς τ᾽[*](ὥστε in rasura (ut videtur) m1) ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.
  3. Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσιν