Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. θήσειν τροπαῖα, πολεμίων δ᾽ ἐσθήματα,[*](ἐσθήμα (τα suprascr. m) M)]
  2. λάφυρα δᾴων δουρίπηχθ᾽[*](δουρίπηχθ᾽ Dindorf: δουρίπληχθ᾽ codd.) ἁγνοῖς δόμοις,
  3. στέψω πρὸ ναῶν, πολεμίων [δ᾽[*](δ᾽ seclusit L. Dindorf)] ἐσθήματα.†
  4. τοιαῦτ᾽ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,
  5. μηδ᾽ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν:[*](ποιφύγμασιν recc.: ποφοίγμασιν (ι supra πο, οι in litura) M)
  6. οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.
  7. ἐγὼ δέ γ᾽[*](δέ γ᾽ anon.: δ᾽ ἐπ᾽ codd.) ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳ
  8. ἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπον
  9. εἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,
  10. πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθους
  11. λόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.
Χορος
  1. μέλει, φόβῳ δ᾽ οὐχ ὑπνώσσει κέαρ:
  2. γείτονες δὲ καρδίας
  3. μέριμναι ζωπυροῦσι τάρβος
  4. τὸν ἀμφιτειχῆ λεών,
  5. δράκοντας[*](δράκοντας Bothe: δράκοντα δ᾽ codd.) ὥς τις τέκνων
  6. ὑπερδέδοικεν λεχαίων[*](λεχαίων Lachmann: λεχέων codd.) δυσευνάτορας[*](δυσευνάτορας Bothe: δευσευνητορας (ει supra ο, α supra ας scr. m1) M)
  7. πάντρομος[*](πάντρομος M: πάντροφος m et recc. [ante παντ. ἁ habet M: omittunt recc.]) πελειάς.
  8. τοὶ μὲν γὰρ ποτὶ πύργους
  9. πανδαμεὶ[*](πανδημεῖ M) πανομιλεὶ