Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. στείχουσιν. τί γένωμαι;
  2. τοὶ δ᾽ ἐπ᾽ ἀμφιβόλοισιν
  3. ἰάπτουσι πολίταις
  4. χερμάδ᾽ ὀκριόεσσαν.
  5. παντὶ τρόπῳ, Διογενεῖς
  6. θεοί, πόλιν καὶ στρατὸν
  7. Καδμογενῆ ῥύεσθε.
Χορος
  1. ποῖον δ᾽ ἀμείψεσθε γαίας πέδον
  2. τᾶσδ᾽ ἄρειον, ἐχθροῖς
  3. ἀφέντες τὰν βαθύχθον᾽ αἶαν,
  4. ὕδωρ τε Διρκαῖον, εὐ-
  5. τραφέστατον[*](εὐτραφέστατον recc.: εὐτρεφέστατον M) πωμάτων
  6. ὅσων ἵησιν Ποσει-
  7. δᾶν ὁ γαιάοχος
  8. Τηθύος τε παῖδες.
  9. πρὸς τάδ᾽, ὦ πολιοῦχοι
  10. θεοί, τοῖσι μὲν ἔξω
  11. πύργων ἀνδρολέτειραν
  12. κῆρα,[*](κῆρα, ῥίψ. Lowinski: καταριψ. M, καὶ τὰν ῥίψ. m) ῥίψοπλον ἄταν,
  13. ἐμβαλόντες ἄροισθε