Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.
Ετεοκλης
  1. παλινστομεῖς αὖ θιγγάνουσ᾽ ἀγαλμάτων;
Χορος
  1. ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.
Ετεοκλης
  1. αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.
Χορος
  1. λέγοις ἂν ὡς τάχιστα, καὶ τάχ᾽ εἴσομαι.
Ετεοκλης
  1. σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.
Χορος
  1. σιγῶ: σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.
Ετεοκλης
  1. τοῦτ᾽ ἀντ᾽ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.
  2. καὶ πρός γε τούτοις, ἐκτὸς οὖσ᾽ ἀγαλμάτων,
  3. εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς:
  4. κἀμῶν ἀκούσασ᾽[*](ἀκούσας M) εὐγμάτων, ἔπειτα σὺ
  5. ὀλολυγμὸν ἱρὸν εὐμενῆ παιώνισον,[*](παιώνισον M: παιάνισον m1 recc.)
  6. Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,
  7. θάρσος φίλοις, λύουσα πολέμιον φόβον.
  8. ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,
  9. πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,
  10. Δίρκης τε πηγαῖς, ὕδατί τ᾽[*](ὕδατί τ᾽ Geel: οὐδ᾽ ἀπ᾽ codd.: ingeniose οὐδ᾽ ἀπ᾽ Ἰσμηνὸν Abresch) Ἰσμηνοῦ λέγω,
  11. εὖ ξυντυχόντων καὶ πόλεως σεσωσμένης,
  12. †[μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,[*](corrupta ac redundantia varie reciduntur.)[*](Praestat fortasse cum L. Dindorf 275-7 secludere: vel cum Hermanno vv. 277-9 ita in duo versus redigere: θήσειν τροπαῖα, δαϊων δ᾽ ἐσθήματα | στέψω πρὸ ναῶν δουρίπηχθ᾽ ἁγνοῖς δόμοις)
  13. ταυροκτονοῦντας θεοῖσιν, ὧδ᾽ ἐπεύχομαι