Seven Against Thebes
Aeschylus
Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.
- ἀλλ᾽ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,
- εὔκηλος ἴσθι μηδ᾽ ἄγαν ὑπερφοβοῦ.
- μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένους
- πύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.
- τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.
- καὶ μὴν ἀκούω γ᾽ ἱππικῶν φρυαγμάτων.
- μή νυν ἀκούουσ᾽ ἐμφανῶς ἄκου᾽ ἄγαν.
- στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.
- οὐκοῦν ἔμ᾽ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.
- δέδοικ᾽, ἀραγμὸς δ᾽ ἐν πύλαις ὀφέλλεται.
- οὐ σῖγα μηδὲν τῶνδ᾽ ἐρεῖς κατὰ πτόλιν;
- ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.
- οὐκ ἐς φθόρον[*](φθόρον m1: φόνον M) σιγῶσ᾽ ἀνασχήσει τάδε;
- θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.
- αὐτὴ σὺ δουλοῖς καὶ σὲ καὶ[*](καὶ σὲ Wunderlich: κἀμὲ M: κἀμὲ καὶ σὲ πόλιν recc. duo) πᾶσαν πόλιν.
- ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.
- ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.