Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,
  2. χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ:
  3. οὗτος τοιῶνδε δεσπότης μαντευμάτων
  4. λέγει μεγίστην προσβολὴν Ἀχαιίδα
  5. νυκτηγορεῖσθαι κἀπιβούλευσιν[*](κἀπιβούλευσιν Dindorf: κἀπιβουλεύσειν M: -εύειν recc.) πόλει.
  6. ἀλλ᾽ ἔς τ᾽ ἐπάλξεις καὶ πύλας πυργωμάτων
  7. ὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,