Seven Against Thebes

Aeschylus

Aeschyli Tragoediae. Sidgwick, Arthur, editor. Oxford: Clarendon Press, 1902.

  1. ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,
  2. ἐθρέψατ᾽ οἰκητῆρας[*](οἰκητῆρας recc.: οἰκιστῆρας M et plerique) ἀσπιδηφόρους
  3. πιστοὺς[*](fortasse πιστοί θ᾽) ὅπως γένοισθε πρὸς χρέος τόδε.
  4. καὶ νῦν μὲν ἐς τόδ᾽ ἦμαρ εὖ ῥέπει θεός:
  5. χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοις
  6. καλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.
  7. νῦν δ᾽ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,